Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι σὖρον,
  2. τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα.
  3. ἀλλʼ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο
  4. χάλκεος ἠδʼ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος
  5. σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὅ τʼ ἦγχε
  6. λεπτὸς ὑμὴν ζωῆς ἔχε πείρατα καὶ θανάτοιο.
  7. οἱ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψʼ ἀπὸ χέρσου
  8. νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.
  9. καί νύ κʼ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,
  10. ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,
  11. εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·
  12. ‘κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
  13. ἄνδρα τόν, ὅστις ὅδʼ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει
  14. ὃν δέμας, ὁππότε μή οἱ ἐπʼ ἀκάματος πέλοι αἰών.
  15. ἀλλʼ ἔχετʼ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
  16. πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.’
  17. ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο
  18. νῆʼ ἐπʼ ἐρετμοῖσιν, δεδοκημένοι ἥντινα ῥέξει
  19. μῆτιν ἀνωίστως· ἡ δὲ πτύχα πορφυρέοιο
  20. προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν