Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τήν τε θοοῖς πελέκεσσιν ἔθʼ ἡμιπλῆγα λιπόντες
  2. ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἡ δʼ ὑπὸ νυκτὶ
  3. ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε
  4. πρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὧς ὅγε ποσσὶν
  5. ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,
  6. ὕστερον αὖτʼ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.
  7. κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο
  8. ἥρωες· μετὰ δʼ οἵγε νέον φαέθουσαν ἐς ἠῶ
  9. ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,
  10. ὕδωρ τʼ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς
  11. παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.
  12. Λὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας
  13. νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν·
  14. νύκτʼ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαὶ
  15. μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη
  16. ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων.
  17. αὐτοὶ δʼ, εἴτʼ Ἀίδῃ, εἴθʼ ὕδασιν ἐμφορέοντο,
  18. ἠείδειν οὐδʼ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ
  19. νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων
  20. χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει,