Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξίʼ ἔχοντες
  2. γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.
  3. ἦρι δʼ ἔπειτʼ ἀγκῶνά θʼ ὁμοῦ μυχάτην τε θάλασσαν
  4. κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.
  5. αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δʼ αὔρη
  6. ἀργέσταο νότου· κεχάροντο δὲ θυμὸν ἰωῇ.
  7. ἦμος δʼ ἠέλιος μὲν ἔδυ, ἀνὰ δʼ ἤλυθεν ἀστὴρ
  8. αὔλιος, ὅς τʼ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,
  9. δὴ τότʼ ἔπειτʼ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος
  10. ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες
  11. ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν
  12. παννύχιοι καὶ ἐπʼ ἦμαρ, ἐπʼ ἤματι δʼ αὖτις ἰοῦσαν
  13. νύχθʼ ἑτέρην. ὑπέδεκτο δʼ ἀπόπροθι παιπαλόεσσα
  14. Κάρπαθος· ἔνθεν δʼ οἵγε περαιώσεσθαι ἔμελλον
  15. Κρήτην, ἥ τʼ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.
  16. τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο
  17. ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματʼ ἀνάψαι,
  18. Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν·
  19. τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων
  20. ῥίζης λοιπὸν ἐοντα μετʼ ἀνδράσιν ἡμιθέοισιν