Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.
  2. σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα
  3. λυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς.
  4. αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα
  5. ψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο
  6. ἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.
  7. οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν
  8. κεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας
  9. ἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη.
  10. αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον
  11. ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας
  12. αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα
  13. μυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες
  14. εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.
  15. ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
  16. ἂμ πέλαγος νοτίοιο, πόρους τʼ ἀπετεκμήραντο
  17. λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔτινα μῆτιν
  18. δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.
  19. ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
  20. εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·