Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ῥοίζῳ δʼ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
  2. σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
  3. λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται·
  4. ὧς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
  5. ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δʼ Ὀρφεὺς
  6. κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς
  7. δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
  8. καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες·
  9. τοῖσιν δʼ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
  10. τρίτων εὐρυβίης, γαίης δʼ ἀνὰ βῶλον ἀείρας
  11. ξείνιʼ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·
  12. ‘Δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
  13. ἐνθάδε νῦν πάρʼ ἐμοὶ ξεινήιον ἀντομένοισιν.
  14. εἰ δέ τι τῆσδε πόρους μαίεσθʼ ἁλός, οἷά τε πολλὰ
  15. ἄνθρωποι χατέουσιν ἐπʼ ἀλλοδαπῇ περόωντες,
  16. ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
  17. θῆκε Ποσειδάων τοῦδʼ ἔμμεναι. αὐτὰρ ἀνάσσω
  18. παρραλίης, εἰ δή τινʼ ἀκούετε νόσφιν ἐόντες
  19. Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.’
  20. ὧς ηὔδα· πρόφρων δʼ ὑπερέσχεθε βώλακι χεῖρας