Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. νηλειὴς ἕλε πότμος· ἀδευκέα δʼ οὐ φύγεν αἶσαν
  2. μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο.
  3. κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων
  4. δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι·
  5. οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.
  6. ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη
  7. ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,
  8. οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος,
  9. οὐδʼ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν,
  10. φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.
  11. εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς
  12. Εὐρυμέδων—καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ—
  13. Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,
  14. ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,
  15. αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.
  16. τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψος
  17. λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην
  18. κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς,
  19. σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι
  20. ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν