Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ
  2. Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι.
  3. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων
  4. τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ
  5. πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
  6. τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι
  7. δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.
  8. Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν
  9. λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν
  10. ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν
  11. ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·
  12. κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ
  13. Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.
  14. αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν
  15. ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ
  16. σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ
  17. ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.
  18. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες
  19. Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.
  20. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων