Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
  2. νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
  3. ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη·
  4. τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.
  5. δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην
  6. αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.
  7. αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες·
  8. αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο·
  9. αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ
  10. Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.
  11. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
  12. Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν
  13. τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν
  14. δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν
  15. δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,
  16. κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,
  17. ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος
  18. νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.
  19. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι
  20. ἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο,