Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶται
  2. ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν
  3. Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων
  4. ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρϝιν·
  5. ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου
  6. κίρνασθαι· θυέων δʼ ἀποϝηλόθι κήκιε λιγνύς.
  7. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,
  8. μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν
  9. ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται·
  10. θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων
  11. εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο
  12. υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς
  13. ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ.
  14. νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο,
  15. ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτε
  16. οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,
  17. Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας
  18. Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.
  19. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν
  20. ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,