Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.
  2. τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
  3. Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν
  4. πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου
  5. ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
  6. αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,
  7. ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες,
  8. αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν
  9. ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,
  10. κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
  11. ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης.
  12. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
  13. Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ
  14. δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,
  15. εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη,
  16. καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.
  17. ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
  18. νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.
  19. ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν
  20. χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο