Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,
  2. ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,
  3. κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν,
  4. τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι
  5. θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι
  6. παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.
  7. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·
  8. οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς·
  9. οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη,
  10. πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ,
  11. ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα
  12. πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ
  13. ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.’
  14. ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντυ
  15. ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·
  16. ‘Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι
  17. Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.
  18. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι.
  19. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,
  20. λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο.