Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα
  2. χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς
  3. μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα·
  4. ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ
  5. ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν.
  6. τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
  7. κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο
  8. Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον
  9. οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην
  10. κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·
  11. ‘ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
  12. παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος
  13. ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες·
  14. Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν
  15. Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη
  16. αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
  17. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
  18. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν
  19. φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ
  20. ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν