Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο.
  2. τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
  3. ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω.
  4. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
  5. ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
  6. οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην
  7. εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’
  8. ὧς ἄρʼ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος.
  9. ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο
  10. ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες
  11. ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
  12. σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
  13. ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι
  14. Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα
  15. λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
  16. παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
  17. ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
  18. οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.
  19. ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
  20. ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν