Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη
  2. μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς
  3. δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε,
  4. πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν
  5. ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε
  6. καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’
  7. τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα·
  8. τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον·
  9. ‘ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις
  10. ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι
  11. ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν
  12. κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε
  13. χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες.
  14. ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας,
  15. ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο·
  16. ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις
  17. ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας
  18. ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων
  19. ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι.
  20. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν