Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν.
  2. Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι
  3. ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν
  4. νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν
  5. αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ.
  6. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο
  7. κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν
  8. δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι.
  9. κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς
  10. Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν
  11. Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο·
  12. ‘γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοις
  13. ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ
  14. ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην
  15. ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν.
  16. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι
  17. μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο,
  18. ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης,
  19. μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν
  20. κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν