Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν
  2. Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι.
  3. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν
  4. ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους.
  5. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ
  6. αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης
  7. δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν,
  8. κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις
  9. αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε
  10. ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.’
  11. ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο,
  12. ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν.
  13. σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν,
  14. φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς
  15. ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν.
  16. στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα
  17. νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν
  18. γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος,
  19. ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός.
  20. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει