Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων
  2. ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς.
  3. νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι,
  4. τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς
  5. λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’
  6. ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ᾔνεον ἄμφω.
  7. οὐδʼ ἄρα Μηδείης θυμὸς τράπετʼ ἄλλα νοῆσαι,
  8. μελπομένης περ ὅμως· πᾶσαι δέ οἱ, ἥντινʼ ἀθύροι
  9. μολπήν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι.
  10. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐδέ ποτʼ ὄσσε
  11. ἀμφιπόλων μεθʼ ὅμιλον ἔχʼ ἀτρέμας· ἐς δὲ κελεύθους
  12. τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς.
  13. ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον
  14. ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.
  15. αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη
  16. ὑψόσʼ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο,
  17. ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τʼ ἐσιδέσθαι
  18. ἀντέλλει, μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν·
  19. ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι
  20. Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς.