Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ
  2. ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.
  3. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι
  4. λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ
  5. Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα.
  6. ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ
  7. αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα,
  8. τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι.
  9. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα
  10. ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς·
  11. ‘Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν
  12. οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν
  13. οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο
  14. ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.
  15. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις,
  16. οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’
  17. Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας
  18. ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν·
  19. ‘τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην
  20. δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις