Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δʼ αὔτως
  2. ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος.
  3. γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι
  4. ἔσθενεν, ἀλλʼ ὑπένερθε πάγη πόδας. αἱ δʼ ἄρα τείως
  5. ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
  6. τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν,
  7. ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν,
  8. αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,
  9. νηνεμίῃ· μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο
  10. κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε
  11. μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος.
  12. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν
  13. θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον·
  14. ‘τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα;
  15. οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν
  16. ἀνέρες, οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον,
  17. ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη,
  18. ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι.
  19. ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες,
  20. χώρῳ ἐν ἠγαθέῳ, ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι,