Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.
  2. ἔνθʼ αὖτʼ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·
  3. ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο
  4. φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι.
  5. τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν
  6. κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,
  7. ἦ τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,
  8. οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ
  9. λωίτερος κεῖνʼ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.
  10. πρωτοφυὲς τόγʼ ἀνέσχε καταστάξαντος ἔραζε
  11. αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν
  12. αἱματόεντʼ ἰχῶρα Προμηθῆος μογεροῖο.
  13. τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν
  14. χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,
  15. καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δʼ ἐνὶ γαίῃ
  16. σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.
  17. τῆς οἵην τʼ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ
  18. Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,
  19. ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,
  20. ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,