Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,
  2. λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν.
  3. μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,
  4. ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δʼ αὐτὸς
  5. Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.
  6. τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,
  7. ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.
  8. ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης·
  9. σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.
  10. αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην
  11. δεξιτερῇ, ἔλαεν δὲ διʼ ἄστεος· αἱ δὲ δὴ ἄλλαι
  12. ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,
  13. τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶνας
  14. λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.
  15. οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο,
  16. ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο
  17. χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα
  18. ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,
  19. τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·
  20. τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς