Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων,
  2. αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγος
  3. Ἠριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι.
  4. ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγει
  5. Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·
  6. αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.
  7. ἡ δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ
  8. παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,
  9. αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,
  10. αὐσταλέας δʼ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ
  11. νεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα· δῦνε δὲ πέπλον
  12. καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν·
  13. ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρην
  14. ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα
  15. στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν
  16. θεσπέσιʼ, ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.
  17. κέκλετο δʼ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι
  18. ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο
  19. ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,
  20. ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,