Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ
  2. φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήριʼ, ἔκειτο.
  3. ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο. δεῦε δὲ κόλπους
  4. ἄλληκτον δακρύοισι, τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως,
  5. αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δʼ ἥγε
  6. φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο.
  7. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,
  8. ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω
  9. δεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο.
  10. ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι
  11. θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.
  12. μνήσατο μὲν τερπνῶν, ὅσʼ ἐνὶ ζωοῖσι πέλονται,
  13. μνήσαθʼ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·
  14. καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι,
  15. ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα.
  16. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,
  17. Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδʼ ἔτι βουλὰς
  18. ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δʼ αἶψα φανῆναι
  19. ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη
  20. φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν.