Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν
  2. ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.’
  3. ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγορευσεν·
  4. ‘οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν.
  5. ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ
  6. παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.
  7. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
  8. ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω
  9. νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.’
  10. ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν·
  11. ‘Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα,
  12. ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
  13. τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο
  14. οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει.
  15. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,
  16. αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς
  17. ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,
  18. εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,
  19. ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.’
  20. ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην