Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν·
  2. ‘ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ
  3. μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή.
  4. νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,
  5. πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.’
  6. ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,
  7. ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·
  8. ‘οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,
  9. ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε
  10. χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.’
  11. ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη·
  12. ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ
  13. βῆ ῥ̓ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.
  14. εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ,
  15. οὐκ οἶον, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς
  16. οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν,
  17. κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε
  18. χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο.
  19. καί ῥ̓ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ
  20. μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν,