Argonautica
Apollonius Rhodius
The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται
- λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν,
- ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,
- ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,
- ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν.
- καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων
- ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου
- ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν
- θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα
- οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν
- χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.
- γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας
- αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ.
- τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην
- τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’
- ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων.
- ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
- καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν·
- ‘πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο
- Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω