Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧς φάτο· τῆς δʼ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδὼς
  2. παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν.
  3. μῦθος δʼ ἄλλοτε μέν οἱ ἐπʼ ἀκροτάτης ἀνέτελλεν
  4. γλώσσης, ἄλλοτʼ ἔνερθε κατὰ στῆθος πεπότητο.
  5. πολλάκι δʼ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν·
  6. φθογγῇ δʼ οὐ προύβαινε παροιτέρω· ὀψὲ δʼ ἔειπεν
  7. τοῖα δόλῳ· θρασέες γὰρ ἐπεκλονέεσκον Ἔρωτες·
  8. ‘Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,
  9. μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ.
  10. τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ
  11. λεύσσω ὀνείρατα λυγρά, τά τις θεὸς ἀκράαντα
  12. θείη, μηδʼ ἀλεγεινὸν ἐφʼ υἱάσι κῆδος ἕλοιο.’
  13. φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ
  14. ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.
  15. τὴν δʼ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη
  16. δείματι, τοῖʼ ἐσάκουσεν· ἀμείβετο δʼ ὧδʼ ἐπέεσσιν·
  17. ‘καὶ δʼ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,
  18. εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.
  19. ἀλλʼ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω
  20. σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι.