Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δήνεσιν ἀλλήλων· ἡ δʼ ἔνδοθι δαιομένη περ
  2. σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,
  3. μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·
  4. τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω
  5. μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσʼ ἐνόησεν
  6. δμωάων, ἥ οἱ ἑπέτις πέλε κουρίζουσα·
  7. Χαλκιόπῃ δʼ ἤγγειλε παρασχεδόν· ἡ δʼ ἐνὶ παισὶν
  8. ἧστʼ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.
  9. ἀλλʼ οὐδʼ ὧς ἀπίθησεν, ὅτʼ ἔκλυεν ἀμφιπόλοιο
  10. μῦθον ἀνώιστον· διὰ δʼ ἔσσυτο θαμβήσασα
  11. ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ᾧ ἔνι κούρη
  12. κέκλιτʼ ἀκηχεμένη, δρύψεν δʼ ἑκάτερθε παρειάς·
  13. ὡς δʼ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν·
  14. ‘Ὤι μοι ἐγώ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις;
  15. τίπτʼ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;
  16. ἤ νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,
  17. ἦέ τινʼ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν
  18. ἀμφί τʼ ἐμοὶ καὶ παισίν; ὄφελλέ με μήτε τοκήων
  19. δῶμα τόδʼ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλʼ ἐπὶ γαίης
  20. πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων.’