Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. λίσσομʼ ὑπὲρ μακάρων σέο τʼ αὐτῆς ἠδὲ τοκήων,
  2. μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι
  3. λευγαλέως· ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα
  4. εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.’
  5. ὧς ἄρʼ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτʼ αὐτίκα δάκρυ·
  6. νειόθι θʼ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,
  7. σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθʼ ἐλεεινὸν
  8. ἄμφω ἐπʼ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δʼ ἰωὴ
  9. λεπταλέη διὰ δώματʼ ὀδυρομένων ἀχέεσσιν.
  10. τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα·
  11. ‘δαιμονίη, τί νύ τοι ῥέξω ἄκος, οἷʼ ἀγορεύεις,
  12. ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἲ γὰρ ὄφελλεν
  13. ἔμπεδον εἶναι ἐπʼ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.
  14. ἴστω Κόλχων ὅρκος ὑπέρβιος ὅντινʼ ὀμόσσαι
  15. αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἥ θʼ ὑπένερθεν
  16. γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
  17. μή σʼ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.’
  18. φῆ ἄρα· Χαλκιόπη δʼ ἠμείβετο τοῖσδʼ ἐπέεσσιν·
  19. ‘οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ
  20. ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,