Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτʼ ἄνευθεν
  2. αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μʼ ἀέθλῳ
  3. χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα
  4. παισί· τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.’
  5. ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,
  6. νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι
  7. αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.
  8. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,
  9. αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω
  10. στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν
  11. εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα·
  12. ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς·
  13. αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.
  14. τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις
  15. λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.
  16. ὡς δʼ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν
  17. μύρεται, ᾧ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
  18. οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
  19. αἰδοῖ ἐπιφροσύνῃ τε· μυχῷ δʼ ἀχέουσα θαάσσει·
  20. τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω