Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο
  2. ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο
  3. κουριδίην παράκοιτιν· ὀίετο δʼ ἀμφὶ βόεσσιν
  4. αὐτὴ ἀεθλεύουσα μάλʼ εὐμαρέως πονέεσθαι·
  5. σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,
  6. οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ
  7. προύθεσαν· ἐκ δʼ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον
  8. πατρί τε καὶ ξείνοις· αὐτῇ δʼ ἐπιέτρεπον ἄμφω
  9. τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.
  10. ἡ δʼ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,
  11. εἵλετο· τοὺς δʼ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δʼ ἐβόησαν
  12. χωόμενοι· τὴν δʼ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.
  13. παλλομένη δʼ ἀνόρουσε φόβῳ, περί τʼ ἀμφί τε τοίχους
  14. πάπτηνεν θαλάμοιο· μόλις δʼ ἐσαγείρατο θυμὸν
  15. ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δʼ ἀνενείκατο φωνήν·
  16. ‘δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.
  17. δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος
  18. ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.
  19. μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην
  20. ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων.