Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τῶ καὶ ἐελδομένους πέμπειν ἐς Ἀχαιίδα γαῖαν
  2. πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν
  3. εἶναί οἱ τυτθόν γε δέος, μή πού τινα μῆτιν
  4. φράσσωνται στυγερήν, οὐδʼ υἱέος Ἀψύρτοιο·
  5. ἀλλʼ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.
  6. καί ῥʼ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισιν
  7. χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆά τʼ ἔρυσθαι
  8. ἠδʼ αὐτούς, ἵνα μήτις ὑπὲκ κακότητος ἀλύξῃ.
  9. τόφρα δὲ μητέρʼ ἑήν, μετιὼν δόμον Αἰήταο,
  10. Ἄργος παντοίοισι παρηγορέεσκʼ ἐπέεσσιν,
  11. Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ
  12. πρόσθεν μητιάασκε· δέος δέ μιν ἴσχανε θυμόν,
  13. μή πως ἠὲ παρʼ αἶσαν ἐτώσια μειλίξαιτο
  14. πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν
  15. ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.
  16. κούρην δʼ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος
  17. λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,
  18. οἷά τʼ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.
  19. τὸν ξεῖνον δʼ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,
  20. οὔτι μάλʼ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,