Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. βέλτερον ἦν φράσσασθαι—ἀπηλεγέως ὑποέστην.’
  2. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος,
  3. δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο,
  4. ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς
  5. θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·
  6. ‘ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα
  7. βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν.
  8. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο,
  9. ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο,
  10. ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·
  11. εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν
  12. ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον
  13. τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε
  14. σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’
  15. ὧς ἔφατʼ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη·
  16. σπερχόμενος δʼ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ἴδας
  17. ὦρτο μέγα φρονέων, ἐπὶ δʼ υἱέε Τυνδαρέοιο·
  18. σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν
  19. ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους
  20. ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.