Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.
  2. ἔμπης δʼ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,
  3. ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθʼ ἧμιν ὄλεθρος.’
  4. Ἴσκεν ἐυφρονέων· ὁ δʼ ἀμείβετο τοῖσδʼ ἐπέεσσιν·
  5. ‘ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.
  6. βάσκʼ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις
  7. ὄρνυθι λισσόμενος· μελέη γε μὲν ἧμιν ὄρωρεν
  8. ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.’
  9. ὧς ἔφατʼ· ὦκα δʼ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι
  10. γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο·
  11. τοῖσιν δʼ Αἰσονίδης τετιημένος ἔκφατο μῦθον·
  12. ‘ὦ φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ
  13. ἀντικρὺ κεχόλωται, ἕκαστα γὰρ οὔ νύ τι τέκμωρ
  14. οὔτʼ ἐμοί, οὔτε κεν ὔμμι διειρομένοισι πέλοιτο.
  15. φῆ δὲ δύω πεδίον τὸ Ἀρήιον ἀμφινέμεσθαι
  16. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντας.
  17. τετράγυον δʼ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·
  18. δώσειν δʼ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥʼ ἀνίῃσιν
  19. γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δʼ αὐτῷ
  20. χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ—οὔτι γὰρ ἄλλο