Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. οἱ δʼ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δʼ Ἄργος
  2. τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου·
  3. ‘ὦ φίλοι, ἤτοι μὲν τόδε λοίσθιον. ἀλλά τινʼ οἴω
  4. μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ὔμμιν ἀρωγήν.
  5. τῶ καί περ μεμαῶτες, ἐρητύοισθʼ ἐνὶ νηὶ
  6. τυτθὸν ἔθʼ, ὡς τὸ πάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης
  7. λώιον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.
  8. κούρη τις μεγάροισιν ἐνιτρέφετʼ Αἰήταο,
  9. τὴν Ἑκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι
  10. φάρμαχʼ, ὅσʼ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,
  11. τοῖσι καὶ ἀκαμάτοιο π??ρὸς μειλίσσετʼ ἀυτμή,
  12. καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,
  13. ἄστρα τε καὶ μήνης ἱερῆς ἐπέδησε κελεύθους.
  14. τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδʼ ἰόντες
  15. μνησάμεθʼ, εἴ κε δύναιτο, κασιγνήτη γεγαυῖα,
  16. μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.
  17. εἰ δὲ καὶ αὐτοῖσιν τόδʼ ἐφανδάνει, ἦ τʼ ἂν ἱκοίμην
  18. ἤματι τῷδʼ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο
  19. πειρήσων· τάχα δʼ ἂν σὺν δαίμονι πειρηθείην.’
  20. ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.