Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα.
  2. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης
  3. λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε
  4. πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας
  5. ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο,
  6. ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι
  7. μητέρʼ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;’
  8. ὧς ἔφατʼ· Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,
  9. ἐκ δʼ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,
  10. Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο
  11. ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο
  12. ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ
  13. κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν,
  14. ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.
  15. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος,
  16. τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος
  17. τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.
  18. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας
  19. ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν.
  20. ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν