Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς
  2. Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
  3. ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
  4. ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν.
  5. αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο
  6. καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ
  7. νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ
  8. βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
  9. στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην
  10. μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.
  11. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
  12. χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
  13. ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
  14. ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο
  15. δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει·
  16. τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
  17. οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς
  18. ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο.
  19. δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
  20. αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,