Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο.
  2. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια
  3. πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,
  4. Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.
  5. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα
  6. ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.
  7. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες
  8. ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε
  9. ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν—
  10. Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν
  11. ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο
  12. νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα—
  13. καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν
  14. Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι
  15. νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι
  16. ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα
  17. ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ
  18. μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες
  19. γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον·
  20. ‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες