Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’
  2. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν,
  3. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη
  4. τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·
  5. ‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω
  6. παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
  7. κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
  8. θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω
  9. κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’
  10. ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,
  11. καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
  12. ‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
  13. οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
  14. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε
  15. ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’
  16. ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο
  17. Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
  18. ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
  19. ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο
  20. ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.