Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε,
  2. ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
  3. Μηδείης ὑπʼ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
  4. ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
  5. παρθενικάς· τῶ καί τοι ἐπήρατον οὔνομʼ ἀνῆπται.
  6. ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
  7. μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν
  8. Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων
  9. ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
  10. βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη·
  11. ‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
  12. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες
  13. χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο,
  14. ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
  15. μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς.
  16. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’
  17. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·
  18. ‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
  19. Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
  20. φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει