Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,
  2. νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα
  3. δαίδαλα χάλκευεν ῥιπῇ πυρόσʼ ἡ δʼ ἄρα μούνη
  4. ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.
  5. λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις
  6. κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς
  7. πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα
  8. ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο,
  9. εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ
  10. ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.
  11. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν·
  12. ‘Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει
  13. δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε
  14. λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;’
  15. τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν·
  16. ‘Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ.
  17. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει
  18. Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.
  19. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν,
  20. δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα.