Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.
  2. τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,
  3. καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·
  4. ‘Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν.
  5. Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
  6. Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃ
  7. ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.
  8. ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι,
  9. μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων
  10. μνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,
  11. ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο·
  12. ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
  13. ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,
  14. ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,
  15. μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
  16. ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.’
  17. ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
  18. δάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·
  19. ‘δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,
  20. ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.