Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,
  2. τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε
  3. ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν,
  4. οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντο
  5. σῇ βουλῇ, τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τε
  6. καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται.
  7. ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν
  8. πορσυνέεις· οὐδʼ ἄμμε διακρινέει φιλότητος
  9. ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.’
  10. ὧς φάτο· τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,
  11. ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.
  12. σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
  13. Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη,
  14. ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο
  15. Αἰαίη Μήδεια, λιποῦσʼ ἄπο πατρίδα γαῖαν.
  16. ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν
  17. σιγῇ ἀνιάζεσκον· ἐδεύετο δʼ ἤματος ὥρη
  18. ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.
  19. ἡ δʼ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ
  20. θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,