Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
  2. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,
  3. ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
  4. ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,
  5. πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
  6. Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
  7. ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
  8. ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν.
  9. Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν.
  10. ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι
  11. πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι
  12. Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,
  13. Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο
  14. δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.
  15. ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω,
  16. ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην,
  17. κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
  18. παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις;
  19. αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως
  20. ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.’