Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·
  2. ‘δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;
  3. οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο·
  4. ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,
  5. καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης·
  6. ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.’
  7. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν·
  8. ‘Αἰακίδη, πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν;
  9. οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι,
  10. οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.
  11. τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
  12. εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο
  13. ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
  14. πετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψει
  15. ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.’
  16. ὧς ἔφατʼ· Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτο
  17. νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ.
  18. τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε
  19. ὤρνυντʼ, ἰθύνειν λελιημένοι. ἀλλʼ ἄρα τούσγε
  20. ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.