Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν
  2. αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
  3. ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου
  4. μνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσιν
  5. θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος.
  6. καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
  7. εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη
  8. θάρσος, ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαια
  9. τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο
  10. ἰθύνειν, Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν·
  11. ‘Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
  12. γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος
  13. ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων
  14. παρθενίης ἀπάνευθεν, ὅσον τʼ ἐπιίστορα νηῶν.
  15. τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.
  16. ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,
  17. τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει
  18. ναυτιλίην. ἀλλʼ ὦκα, παραιφάμενος τάδε πάντα,
  19. θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.’
  20. ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.