Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον
  2. ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο.
  3. καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,
  4. ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δʼ ἐπιπρὸ
  5. λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.
  6. ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
  7. ἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα,
  8. Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,
  9. ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,
  10. ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,
  11. ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες
  12. ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν.
  13. ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,
  14. ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
  15. ἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι—
  16. βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς.
  17. οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ
  18. Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο
  19. λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.
  20. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα