Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο
  2. κεῖνʼ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες,
  3. δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν.
  4. Λἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομʼ ἑκάστου
  5. σφωιτέρων μυθεῖθʼ ἑτάρων, Πελίαό τʼ ἐφετμάς,
  6. ἠδʼ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν,
  7. ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτελεσσαν·
  8. Μυσίδα δʼ ὡς ἀφίκοντο Κίον θʼ, ὅθι κάλλιπον ἥρω
  9. Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν
  10. πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τʼ ἐδάιξαν,
  11. καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε,
  12. ἠδʼ ὡς Κυανέας πέτρας φύγον, ὥς τʼ ἀβόλησαν
  13. Λητοΐδῃ κατὰ νῆσον. ὁ δʼ ἑξείης ἐνέποντος
  14. θέλγετʼ ἀκουῇ θυμόν· ἄχος δʼ ἕλεν Ἡρακλῆι
  15. λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα·
  16. ‘ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς
  17. πείρετʼ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν
  18. Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο
  19. οἶδʼ ἐσιδών, ὅτε δεῦρο διʼ Ἀσίδος ἠπείροιο
  20. πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων