Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἱππολύτης· ἐμὲ δʼ εὗρε νέον χνοάοντα ἰούλους.
  2. ἔνθα δʼ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος
  3. ἡμετέρου Μυσοῖσιν ὑπʼ ἀνδράσιν, ὅντινα λαὸς
  4. οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,
  5. ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα
  6. καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν
  7. εἶδός τʼ ἠδὲ βίην· χαμάδις δέ οἱ ἤλασʼ ὀδόντας.
  8. αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν
  9. καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,
  10. φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,
  11. ἔστʼ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης·
  12. Παφλαγόνες τʼ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως,
  13. ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.
  14. ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τʼ Ἀμύκοιο
  15. τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος,
  16. δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρʼ ἐβάλοντο
  17. οὖρα βαθυρρείοντος ὑφʼ εἱαμεναῖς Ὑπίοιο.
  18. ἔμπης δʼ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημι
  19. ἤματι τῷδʼ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,
  20. Τυνδαρίδην Βέβρυξιν, ὅτʼ ἀνέρα κεῖνον ἔπεφνεν.