Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.
  2. σιγὴ δʼ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην,
  3. ἀλλʼ ἄμυδις πόντοιό θʼ ὑπὸ στένει ἠχήεντος,
  4. φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.
  5. ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,
  6. ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων
  7. ἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.
  8. τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν
  9. Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον
  10. γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν
  11. αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.
  12. τῇ ῥʼ οἵγʼ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης
  13. εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν.
  14. οὐδʼ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,
  15. καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες
  16. αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον·
  17. ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι.
  18. αὐτὸν δʼ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο
  19. πάντοθεν ἀγρόμενοι· ἐπεὶ ἦ μάλα τοίγʼ ἐπὶ δηρὸν
  20. ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.